Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.26 Joseph. AJ 19.31 (English) >>Joseph. AJ 19.36

19.29διὰ τὸ φειδοῖ χρῆσθαι τὰς τύχας οἴκτῳ λαμβάνων τῶν ὑπὸ τὴν εἴσπραξιν εἰς ὀργὴν προυκαλεῖτο τὸν Γάιον μαλακίαν ἐπικαλοῦντα αὐτῷ τοῦ σχολῇ συνάγεσθαι αὐτῷ τὰ χρήματα. καὶ δὴ τά τε ἄλλα ὕβριζεν εἰς αὐτὸν καὶ ὁπότε τὸ σημεῖον αὐτῷ τὸ τῆς ἡμέρας καθηκούσης εἰς αὐτόν, θήλεά τε ἐδίδου τὰ ὀνόματα, 19.30καὶ ταῦτα αἰσχύνης ἀνάπλεα καὶ ταῦτα ἔπρασσεν αὐτὸς οὐκ ἀπηλλαγμένος ἔν τινων τελεταῖς μυστηρίων, ἃς αὐτὸς συνίστατο, στολάς τε ἐνδυόμενος γυναικείους καί τινων περιθέσεις πλοκαμίδων ἐπινοῶν ἄλλα τε ὁπόσα ἐπικαταψεύσασθαι θηλύτητα τῆς ὄψεως ἔμελλεν, αὐτὸς τὴν ἐπὶ τοιούτοις αἰσχύνην ἐτόλμα Χαιρέᾳ προσκαλεῖν. 19.31Χαιρέᾳ δὲ καὶ ὁπότε μὲν παραλαμβάνοι τὸ σημεῖον ὀργὴ παρίστατο, μειζόνως δʼ ὁπότε παραδιδοίη, γελώμενος ὑπὸ τῶν παραλαμβανόντων, ὥστε καὶ οἱ συγχιλίαρχοι παιδιὰν ἐποιοῦντο αὐτόν· ὁπότε γὰρ αὐτὸς μέλλοι τὸ σημεῖον παρʼ αὐτοῦ Καίσαρος κομίζειν, προύλεγόν τινα τῶν εἰωθότων φέρειν εἰς παιδιάν. 19.32διὰ ταῦτα δὲ αὐτῷ καὶ θάρσος παρίστατο κοινωνούς τινας παραλαμβάνειν, ὡς οὐκ ἐπʼ ὀλίγοις ὀργῇ χρώμενος. καὶ ἦν γὰρ Πομπήδιος συγκλητικὸς μέν, τὰς ἀρχὰς δὲ διεληλυθὼς σχεδὸν ἁπάσας, Ἐπικούρειος δʼ ἄλλως καὶ διʼ αὐτὸ ἀπράγμονος ἐπιτηδευτὴς βίου. 19.33τοῦτον ἐνδείκνυσιν Τιμίδιος ἐχθρὸς ὢν ὡς λοιδορίᾳ χρησάμενον ἀπρεπεῖ κατὰ τοῦ Γαΐου μάρτυρα παραλαμβάνων Κυιντιλίαν γυναῖκα τῶν ἐπὶ τῆς σκηνῆς ἐπιφανείᾳ τοῦ ὡραίου περισπούδαστον πολλοῖς τε οὖσαν καὶ τῷ Πομπηδίῳ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.26 Joseph. AJ 19.31 (English) >>Joseph. AJ 19.36

Powered by PhiloLogic